Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.229 Joseph. BJ 3.237 (English) >>Joseph. BJ 3.243

3.234

Μετὰ τούτους τε Ἰώσηπος καὶ τὸ λοιπὸν πλῆθος ἀράμενοι πῦρ πάλιν τὰ μηχανήματα καὶ τὰς ὑποδύσεις ἅμα τοῖς ἔργοις ὑφῆψαν τοῦ τε πέμπτου καὶ τοῦ δεκάτου τραπέντος τάγματος, οἱ λοιποὶ δὲ φθάσαντες καὶ τὰ ὄργανα καὶ πᾶσαν ὕλην κατέχωσαν. 3.235περὶ δὲ δείλην πάλιν ἀναστήσαντες προσῆγον τὸν κριὸν προπεπονήκει τυπτόμενον τὸ τεῖχος. 3.236ἔνθα τις τῶν ἀμυνομένων ἀπʼ αὐτοῦ βάλλει τὸν Οὐεσπασιανὸν βέλει κατὰ τὸν ταρσὸν τοῦ ποδὸς καὶ τιτρώσκει μὲν ἐπιπολαίως προεκλύσαντος τὸ βληθὲν τοῦ διαστήματος, μέγιστον δὲ θόρυβον ἐνεποίησεν τοῖς Ῥωμαίοις· 3.237πρὸς γὰρ τὸ αἷμα ταραχθέντων τῶν πλησίον φήμη διὰ παντὸς ἐπῄει τοῦ στρατοῦ, καὶ τῆς πολιορκίας οἱ πλείους ἀφέμενοι μετʼ ἐκπλήξεως καὶ δέους ἐπὶ τὸν στρατηγὸν συνέθεον. 3.238πρὸ δὲ πάντων Τίτος δείσας περὶ τῷ πατρὶ παρῆν, ὡς τὸ πλῆθος καὶ τῇ πρὸς τὸν ἡγούμενον εὐνοίᾳ καὶ τῇ τοῦ παιδὸς ἀγωνίᾳ συγχυθῆναι. ῥᾷστα μέντοι τόν τε υἱὸν πατὴρ δεδιότα καὶ τὴν στρατιὰν ἔπαυσεν τοῦ θορύβου· 3.239τῶν γὰρ ἀλγηδόνων ἐπάνω γενόμενος καὶ πᾶσιν τοῖς ἐπτοημένοις διʼ αὐτὸν ὀφθῆναι σπουδάσας χαλεπώτερον Ἰουδαίοις ἐπῆρεν τὸν πόλεμον· ἕκαστος γὰρ ὡς τιμωρὸς τοῦ στρατηγοῦ προκινδυνεύειν ἤθελεν, καὶ βοῇ παρακροτοῦντες ἀλλήλους ἐπὶ τὸ τεῖχος ὥρμων.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.229 Joseph. BJ 3.237 (English) >>Joseph. BJ 3.243

Powered by PhiloLogic